Matthew 8

1
 Καταβάντος δὲ αὐτοῦ = WH Treg NA/NIV: || Καταβάντι δὲ αὐτῷ = RP
Καταβάντος δὲ αὐτοῦ ⸃ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
2καὶ ἰδοὺ λεπρὸς
 προσελθὼν = WH Treg NA/NIV: || ἐλθὼν = RP
προσελθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
3καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο
 αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ὁ Ἰησοῦς = RP
αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ λέπρα.
4καὶ λέγει αὐτῷ Ἰησοῦς· Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.

5
 Εἰσελθόντος δὲ αὐτοῦ = WH Treg NA/NIV: || Εἰσελθόντι δὲ αὐτῷ = RP
Εἰσελθόντος δὲ αὐτοῦ ⸃ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
6καὶ λέγων· Κύριε, παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 7
 καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ λέγει
 αὐτῷ = WH NA/NIV: || αὐτῷ ὁ Ἰησοῦς = Treg RP
αὐτῷ· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
8
 καὶ ἀποκριθεὶς = NA/NIV RP: || ἀποκριθεὶς δὲ = WH Treg
καὶ ἀποκριθεὶς ⸃ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται παῖς μου·
9καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ
 ἐξουσίαν = Treg NA/NIV RP: || ἐξουσίαν τασσόμενος = WH
ἐξουσίαν, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ.
10ἀκούσας δὲ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν,
 παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ = WH Treg NA/NIV: || οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν = RP
παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ ⸃ εὗρον.
11λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 12οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 13καὶ εἶπεν Ἰησοῦς τῷ ἑκατοντάρχῃ· Ὕπαγε,
 ὡς = WH NA/NIV: || καὶ ὡς = Treg RP
ὡς ἐπίστευσας γενηθήτω σοι· καὶ ἰάθη
 παῖς = WH Treg: || παῖς αὐτοῦ = NA/NIV RP
παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.

14Καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· 15καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. 16Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· 17ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.

18Ἰδὼν δὲ Ἰησοῦς
 πολλοὺς ὄχλους = Treg RP: || ὄχλον = WH NA/NIV
πολλοὺς ὄχλους ⸃ περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
19καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 20καὶ λέγει αὐτῷ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 21ἕτερος δὲ τῶν
 μαθητῶν = WH Treg: || μαθητῶν αὐτοῦ = NA/NIV RP
μαθητῶν εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
22 δὲ Ἰησοῦς
 λέγει = WH Treg NA/NIV: || εἶπεν = RP
λέγει αὐτῷ· Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.

23Καὶ ἐμβάντι αὐτῷ
 εἰς = WH Treg: || εἰς τὸ = NA/NIV RP
εἰς πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
24καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν. 25καὶ
 προσελθόντες = WH Treg NA/NIV: || προσελθόντες οἱ μαθηταὶ = RP
προσελθόντες ἤγειραν αὐτὸν λέγοντες· Κύριε,
 σῶσον = WH Treg NA: || σῶσον ἡμᾶς = NIV RP
σῶσον, ἀπολλύμεθα.
26καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ θάλασσα
 αὐτῷ ὑπακούουσιν = WH Treg NA/NIV: || ὑπακούουσιν αὐτῷ = RP
αὐτῷ ὑπακούουσιν ⸃;

28Καὶ
 ἐλθόντος αὐτοῦ = WH Treg NA/NIV: || ἐλθόντι αὐτῷ = RP
ἐλθόντος αὐτοῦ ⸃ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν
 Γαδαρηνῶν = WH Treg NA/NIV: || Γεργεσηνῶν = RP
Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
29καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ
 σοί = WH Treg NA/NIV: || σοί Ἰησοῦ = RP
σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
30ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς,
 ἀπόστειλον ἡμᾶς = WH Treg NA/NIV: || ἐπίτρεψον ἡμῖν ἀπελθεῖν = RP
ἀπόστειλον ἡμᾶς ⸃ εἰς τὴν ἀγέλην τῶν χοίρων.
32καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς
 τοὺς χοίρους = WH Treg NA/NIV: || τὴν ἀγέλην τῶν χοίρων = RP
τοὺς χοίρους ⸃· καὶ ἰδοὺ ὥρμησεν πᾶσα
 ἀγέλη = WH Treg NA/NIV: || ἀγέλη τῶν χοίρων = RP
ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
33οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34καὶ ἰδοὺ πᾶσα πόλις ἐξῆλθεν εἰς
 ὑπάντησιν = WH Treg NA/NIV: || συνάντησιν = RP
ὑπάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.



Copyright information for SBLG